Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 27.58 Dem. 27.61 (English) >>Dem. 27.63

27.59ἐμοὶ δʼ ἐκ τεττάρων καὶ δέκα ταλάντων ἐν δέκʼ ἔτεσιν πρὸς τὸν χρόνον τε καὶ τὴν ἐκείνου μίσθωσιν πλέον τριπλάσια κατὰ τὸ εἰκὸς προσῆκον γενέσθαι, τοῦτο διὰ τί οὐκ ἐποίησεν, ἐρωτᾶτʼ αὐτόν. εἰ μὲν γάρ φησι βέλτιον εἶναι μὴ μισθωθῆναι τὸν οἶκον, δειξάτω μὴ διπλάσια μηδὲ τριπλάσιά μοι γεγενημένα, ἀλλʼ αὐτὰ τὰ ἀρχαῖʼ ἐμοὶ πάντʼ ἀποδεδομένα. εἰ δʼ ἐκ τεττάρων καὶ δέκα ταλάντων ἐμοὶ μὲν μηδʼ ἑβδομήκοντα μνᾶς παραδεδώκασιν, δὲ καὶ πρὸς ὀφείλοντά μʼ αὑτῷ ἀπέγραψεν, πῶς ἀποδέξασθαί τι προσήκει τούτων λεγόντων; οὐδαμῶς δήπουθεν.

27.60τοσαύτης τοίνυν οὐσίας μοι καταλειφθείσης ὅσην ἐξ ἀρχῆς ἠκούσατε, καὶ τοῦ τρίτου μέρους πρόσοδον αὐτῆς φερούσης πεντήκοντα μνᾶς, ἐξὸν τούτοις τοῖς ἀπληστοτάτοις χρημάτων, καὶ εἰ μὴ μισθοῦν τὸν οἶκον ἐβούλοντο, ἀπὸ μὲν τούτων τῶν προσιόντων, ἐῶντας ὥσπερ εἶχεν κατὰ χώραν, ἡμᾶς τε τρέφειν καὶ τὰ πρὸς τὴν πόλιν διοικεῖν, καὶ ὅσʼ ἐξ αὐτῶν περιεγίγνετο, 27.61ταῦτα προσπεριποιεῖν, τὴν δʼ ἄλλην οὐσίαν ἐνεργὸν ποιήσασιν, οὖσαν ταύτης διπλασίαν, αὑτοῖς τε, εἰ χρημάτων ἐπεθύμουν, μέτριʼ ἐξ αὐτῶν λαβεῖν, ἐμοί τε σὺν τοῖς ἀρχαίοις τὸν οἶκον ἐκ τῶν προσόδων μείζω ποιῆσαι, τούτων μὲν οὐδὲν ἐποίησαν, ἀποδόμενοι δʼ ἀλλήλοις τὰ πλείστου ἄξια τῶν ἀνδραπόδων, τὰ δὲ παντάπασιν ἀφανίσαντες, ἐμοῦ μὲν ἀνεῖλον καὶ τὴν ὑπάρχουσαν πρόσοδον, σφίσι δʼ αὐτοῖς οὐ μικρὰν ἐκ τῶν ἐμῶν κατεσκευάσαντο.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 27.58 Dem. 27.61 (English) >>Dem. 27.63

Powered by PhiloLogic